Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.250 Dem. 18.252 (English) >>Dem. 18.256

18.251ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δίʼ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον πολλάκις μὲν φυγών, μηδεπώποτε δʼ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτʼ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτʼ ἐγράψατό μʼ οὐδʼ ἐδίωξε γραφήν, ὥσθʼ ὑπὸ σοῦ γʼ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.

18.252πανταχόθεν μὲν τοίνυν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, οὐχ ἥκιστα δʼ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. ἐγὼ δʼ ὅλως μέν, ὅστις ἄνθρωπος ὢν ἀνθρώπῳ τύχην προφέρει, ἀνόητον ἡγοῦμαι· ἣν γὰρ βέλτιστα πράττειν νομίζων καὶ ἀρίστην ἔχειν οἰόμενος οὐκ οἶδεν εἰ μενεῖ τοιαύτη μέχρι τῆς ἑσπέρας, πῶς χρὴ περὶ ταύτης λέγειν πῶς ὀνειδίζειν ἑτέρῳ; ἐπειδὴ δʼ οὗτος πρὸς πολλοῖς ἄλλοις καὶ περὶ τούτων ὑπερηφάνως χρῆται τῷ λόγῳ, σκέψασθʼ, ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὅσῳ καὶ ἀληθέστερον καὶ ἀνθρωπινώτερον ἐγὼ περὶ τῆς τύχης τούτου διαλεχθήσομαι. 18.253ἐγὼ τὴν τῆς πόλεως τύχην ἀγαθὴν ἡγοῦμαι, καὶ ταῦθʼ ὁρῶ καὶ τὸν Δία τὸν Δωδωναῖον ὑμῖν μαντευόμενον, τὴν μέντοι τῶν πάντων ἀνθρώπων, νῦν ἐπέχει, χαλεπὴν καὶ δεινήν· τίς γὰρ Ἑλλήνων τίς βαρβάρων οὐ πολλῶν κακῶν ἐν τῷ παρόντι πεπείραται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.250 Dem. 18.252 (English) >>Dem. 18.256

Powered by PhiloLogic